- ἠξίου δέ σε μηδὲ ἀξυνετωτέραν αὐτὴν ἡγεῖσθαι τοῦ Ἀλεξάνδρου, ὃς τοῦ ἀρχιτέκτονος ὑπισχνουμένου τὸν Ἄθω ὅλον μετασχηματίσειν καὶ μορφώσειν πρὸς αὐτόν, ὡς τὸ ὄρος ἅπαν εἰκόνα γενέσθαι τοῦ βασιλέως, ἔχοντα δύο πόλεις ἐν ταῖν χεροῖν, οὐ προσήκατο τὴν τερατείαν τῆς ὑποσχέσεως, ἀλλ ὑπὲρ αὐτὸν ἡγησάμενος τὸ τόλμημα ἔπαυσεν τὸν ἄνθρωπον οὐ πιθανῶς κολοσσοὺς ἀναπλάττοντα καὶ τὸν Ἄθω κατὰ χώραν ἐᾶν ἐκέλευσεν μηδὲ κατασμικρύνειν ὄρος οὕτω μέγα πρὸς μικροῦ σώματος ὁμοιότητα. (Lucian, Pro imaginibus, (no name) 9:1)
(루키아노스, Pro imaginibus, (no name) 9:1)
- ἐπῄνει δὲ τὸν Ἀλέξανδρον τῆς μεγαλοψυχίας καὶ ἀνδριάντα μείζω τοῦτον τοῦ Ἄθω ἔλεγεν αὐτοῦ ἀνεστάναι ἐν ταῖς τῶν ἀεὶ μεμνησομένων διανοίαις: (Lucian, Pro imaginibus, (no name) 9:2)
(루키아노스, Pro imaginibus, (no name) 9:2)
- "καὶ ἀεὶ ὁ Ἄθως πλείσθω καὶ ὁ Ἑλλήσποντος πεζευέσθω καὶ ὁ ἥλιος ὑπὸ τῶν Μηδικῶν βελῶν σκεπέσθω καὶ Ξέρξης φευγέτω καὶ Λεωνίδας θαυμαζέσθω καὶ τὰ Ὀθρυάδου γράμματα ἀναγιγνωσκέσθω, καὶ ἡ Σαλαμὶς καὶ τὸ Ἀρτεμίσιον καὶ αἱ Πλαταιαὶ πολλὰ ταῦτα καὶ πυκνά. (Lucian, Rhetorum praeceptor, (no name) 13:33)
(루키아노스, Rhetorum praeceptor, (no name) 13:33)
- καὶ ἔμελλέ γε οὕτως ἀγανακτήσειν ὁ Ἀλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος τόλμαν ἠνέσχετο, ὑποσχομένου τὸν Ἄθω εἰκόνα ποιήσειν αὐτοῦ καὶ μετακοσμήσειν τὸ ὄρος εἰς ὁμοιότητα τοῦ βασιλέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον οὐκέτ᾿ οὐδ᾿ ἐς τὰ ἄλλα ὁμοίως ἐχρῆτο. (Lucian, Quomodo historia conscribenda sit, chapter 12 1:1)
(루키아노스, Quomodo historia conscribenda sit, chapter 12 1:1)
- "ὁ γὰρ Θρᾴκιος Ἄθως, μέγιστος αὐτὸς· (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 2 16:2)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 2 16:2)
- "ὁ γάρ Θρᾴκιος Ἄθως, ᾗ μέγιστος αὑτοῦ καὶ περιφανέστατος ἐξανέστηκεν ἔχων ἑαυτῷ σύμμετρα πλάτη καὶ ὕψη καὶ μέλη καὶ ἄρθρα καὶ διαστήματα μορφοειδῆ, δύναται κατεργασθεὶς καὶ σχηματισθεὶς εἰκὼν Ἀλεξάνδρου καλεῖσθαι καὶ εἶναι, ταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάττης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλατταν ἐκχεόμενον. (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 2 5:4)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 2 5:4)
- "ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν Ἄθως καλύψει πλευρὰ Λημνίας βοός: (Plutarch, De faciae quae in orbe lunae apparet, section 22 3:2)
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 22 3:2)
- ὁ γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν, ἐς θάλασσαν κατῆκον, οἰκημένον ὑπὸ ἀνθρώπων. (Herodotus, The Histories, book 7, chapter 22 3:2)
(헤로도토스, The Histories, book 7, chapter 22 3:2)