호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμφοτέρων δὲ προθύμωσ ὡρμημένων παρετάχθησαν αἱ δυνάμεισ τόνδε τὸν τρόπον. παρὰ τοῖσ Βοιωτοῖσ ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρασ Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί· προεμάχοντο δὲ πάντων οἱ παρ’ ἐκείνοισ ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρεσ ἐπίλεκτοι τριακόσιοι. Ἀθηναῖοι δὲ διατάττοντεσ ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기