호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὁρ´ον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι.? ταῦτα δὲ πολλὴν ἔχει ταραχήν.
εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι καθ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται:
τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι: τὸ δ᾿ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν.
οἱ δὲ τὸ ἣμισυ βλέπουσι:
τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἱό῀ν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας·
ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης· ἐοίκεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων.
πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιὰν ἐστιν.
οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδ ἀκίνητον τὸ πάντῃ κινητόν.
ποιότητος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기