- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 42

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 42)

ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἱο῀ν ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος:? τὰ δὲ τῶν πράξεων καὶ κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δ εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχὴν μηδενὸς δ ἔργου πρῶτον γεγονέναι μηδ ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων.

ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτω τοῦ πραττομένου τὸ μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι.

πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δ ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δ ὁ βαδίζων ἐβάδιζε καὶ βαδιεῖται·

τὸ δὲ δεινῶν, φασί, δεινότατον, εἰ τῷ ζῶντι τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτ ἀρχὴν ἔσχε τὸ ζῆν οὔθ ἕξει πέρας: ἀλλ ἕκαστος ἡμῶν ὡς ἐοίκε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται μὴ παυσάμενος.

"ζήσεσθαι Σωκράτη:

ἀληθὲς ἔσται.

καίτοι τί πέρας ἂν ἔργου γένοιτο· · περὶ τοῦ γράφοντος.

ἔτι τοίνυν τοῦ γιγνομένου μέρος οὐδὲν ἐστιν, ὅπερ οὐκ ἤτοι γεγονός ἐστιν ἢ γενησόμενον καὶ παρεληλυθὸς ἢ μέλλον: γεγονότος δὲ καὶ γεγενημένου καὶ παρῳχημένου καὶ μέλλοντος αἴσθησις οὐκ ἔστιν: οὐδενὸς οὖν ἁπλῶς αἴσθησίς ἐστιν.

οὔτε γὰρ ὁρῶμεν τὸ παρῳχημένον ἢ τὸ μέλλον οὔτ ἀκούομεν οὔτ ἄλλην τινὰ λαμβάνομεν αἴσθησιν τῶν γεγονότων ἢ γενησομένων: παρῇ τι, αἰσθητόν ἐστιν, εἰ τοῦ παρόντος ἀεὶ τὸ μὲν μέλλει τὸ δὲ παρῴχηκε καὶ τὸ μὲν γεγονός ἐστι τὸ δὲ γενησόμενον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION