- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 41

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 41)

μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλ ὅ τι ἄν τις ὡς ἐνεστὼς οἰήται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν ὥστε μηδὲν κατὰ τὸ νῦν ὑπομένειν μηδὲ λείπεσθαι μόριον χρόνου παρόντος, ἄν, ὃς λέγεται παρεῖναι, τούτου τὰ μὲν εἰς τὰ μέλλοντα τὰ δ εἰς τὰ παρῳχημένα διανέμηται.? :

, οὗ τὸ μὲν ἐνειστήκει τὸ δ ἐνστήσεται καὶ λέγειν ὅτι τοῦ ὑπάρχοντος τὸ μὲν μέλλον ἐστὶ τὸ δὲ παρῳχημένον, καὶ τοῦ νῦν τὸ μὲν πρότερον τὸ δ ὕστερον ὥστε νῦν εἶναι τὸ μηδέπω νῦν καὶ τὸ μηκέτι νῦν : οὐκέτι γὰρ νῦν τὸ παρῳχημένον καὶ οὐδέπω νῦν τὸ μέλλον.

ἀνάγκη δ οὕτω διαιροῦσι λέγειν αὐτοῖς, ὅτι καὶ τοῦ σήμερον τὸ μὲν ἐχθὲς τὸ δ αὔριον καὶ τοῦ τῆτες τὸ μὲν πέρυσι τὸ δ εἰς νέωτα, καὶ τοῦ ἅμα τὸ μὲν πρότερον τὸ δ ὕστερον. :

, ὡς ἕτερα τοῦ νῦν μόρια, καὶ τὸ μὲν μετὰ τὸ νῦν τὸ δὲ πρὸ τοῦ νῦν τίθενται καὶ νοοῦσι καὶ νομίζουσι. λέληθεν αὑτὸν ὡς ἐοίκε τὸν πάντα χρόνον ἀναιρῶν.

τοιοῦτον οἱο῀ν τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος ἀλλ εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ ὁρμὰς ἀναλυόμενος.

"τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι τὸ δὲ παρεληλυθός.

τὸ ὑπάρχον αὐτῷ τοῦ χρόνου διαιρεῖν εἰς τὰ μὴ ὑπάρχοντα τοῦ ὑπάρχοντος, μᾶλλον δ ὅλως τοῦ χρόνου μηδὲν ἀπολείπειν ὑπάρχον, εἰ τὸ ἐνεστηκὸς οὐδὲν ἔχει μέρος, ὃ μὴ μέλλον ἐστὶν ἢ παρῳχημένον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION