- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 40

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 40)

καὶ μὴν τὸ μηδενὸς ἅπτεσθαι μηδὲν παρὰ τὴν ἔννοιάν ἐστιν:? οὐχ ἧττον δὲ τοῦτο, ἅπτεσθαι μὲν ἀλλήλων τὰ σώματα μηδενὶ δ ἅπτεσθαι τοῦτο δ ἀνάγκη προσδέχεσθαι τοῖς μὴ ἀπολείπουσιν ἐλάχιστα μέρη σώματος, ἀλλ ἀεί τι τοῦ δοκοῦντος ἅπτεσθαι πρότερον λαμβάνουσι καὶ μηδέποτε τοῦ προάγειν ἐπέκεινα παυομένοις.

"τὸ μήθ ὅλοις ὅλων ἁφὴν εἶναι μήτε μέρεσι μερῶν τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων" πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες·

"ψαύειν κατὰ πέρας τὰ σώματα οὐχ ὅλα ὅλων οὐδὲ κατὰ μέρος λέγουσι:

"τὸ δὲ πέρας σῶμα οὔκ ἐστιν. ἅψεται τοίνυν σῶμα σώματος ἀσωμάτῳ:

καὶ οὐχ ἅψεται πάλιν, ἀσωμάτου μεταξὺ ὄντος. εἰ δ ἅψεται, καὶ ποιήσει τι καὶ πείσεται τῷ ἀσωμάτῳ τὸ σῶμα: ποιεῖν γάρ τι καὶ πάσχειν ὑπ ἀλλήλων καὶ ἅπτεσθαι τὰ σώματα πέφυκεν.

εἰ δ ἁφὴν ἴσχει τῷ ἀσωμάτῳ τὸ σῶμα, καὶ συναφὴν ἕξει καὶ κρᾶσιν καὶ συμφυϊάν.

ἔτι γὰρ ἐν ταῖς συναφαῖς· καὶ κράσεσιν ἢ μένειν ἀναγκαῖον ἢ μὴ μένειν, ἀλλ ἐφθάρθαι τὰ πέρατα τῶν σωμάτων. ἑκάτερον δὲ παρὰ τὴν ἔννοιάν ἐστι: φθορὰς μὲν γὰρ ἀσωμάτων καὶ γενέσεις οὐδ αὐτοὶ καταλείπουσι κρᾶσις δὲ καὶ συναφὴ σωμάτων ἰδίοις χρωμένων πέρασιν οὐκ ἂν γένοιτο τὸ γὰρ πέρας ὁρίζει καὶ ἵστησι τὴν τοῦ σώματος φύσιν:

αἱ δὲ κράσεις, εἰ μὴ μερῶν παρὰ μέρη παραθέσεις εἰσὶν ἀλλ ὅλοις ὅλα τὰ κιρνάμενα συγχέουσιν, ὥσπερ οὗτοι λέγουσι, φθορὰς ἀπολειπτέον περάτων ἐν ταῖς μίξεσιν, εἶτα γενέσεις ἐν ταῖς διαστάσεσι ταῦτα δ οὐδεὶς ἂν ῥᾳδίως νοήσειεν.

ἀλλὰ μὴν καθ ὃ γ ἅπτεται τὰ σώματα ἀλλήλων, κατὰ τοῦτο καὶ πιέζεται καὶ θλίβεται καὶ συντρίβεται ὑπ ἀλλήλων ἀσώματον δὲ ταῦτα πάσχειν ἢ ποιεῖν οὐ δυνατόν, ἀλλ οὐδὲ διανοητόν ἐστι:

τοῦτο δὲ βιάζονται νοεῖν ἡμᾶς. κατὰ σημεῖον ἅπτεται, δῆλον ὅτι καὶ σύρεται κατὰ σημεῖον διὰ τοῦ ἐπιπέδου:

κἂν μίλτῳ τὴν ἐπιφάνειαν ἀληλιμμένη, μιλτίνην ἐνομόρξεται τῷ ἐπιπέδῳ γραμμήν:

κἂν πεπυρρωμένη, πυρρώσει τὸ ἐπίπεδον ἀσωμάτῳ δὲ χρώζεσθαι καὶ ἀσωμάτῳ πυροῦσθαι σῶμα παρὰ τὴν ἔννοιάν ἐστιν. ἂν δὲ δὴ κεραμεᾶν ἢ κρυσταλλίνην σφαῖραν εἰς ἐπίπεδον φερομένην λίθινον ἀφ ὕψους νοήσωμεν, ἄλογον εἰ μὴ συντριβήσεται, πληγῆς πρὸς ἀντίτυπον γενομένης ἀτοπώτερον δὲ τὸ συντριβῆναι κατὰ πέρας καὶ σημεῖον ἀσώματον προσπεσοῦσαν.

προλήψεις, μᾶλλον δ ἀναιρεῖσθαι, πολλὰ τῶν ἀδυνάτων παρατιθεμένοις παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION