호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον.? οὔτε γὰρ μεῖζον οὔτε ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπ ἄπειρον ἀμφοτέροις συμβέβηκεν, ἀλλ ἀνισότητος αἴρεται φύσις ἀνίσων γὰρ νοουμένων, τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι:
μὴ οὔσης δ ἀνισότητος, ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος:
ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, τραχύτης δ ἀνωμαλία μετὰ σκληρότητος: ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπ ἄπειρον ἐξάγοντες καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον·
ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδ ὁ κόσμος ἢ ὁ ἄνθρωπος:
ἐπ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα:
τῶν δ ἀπείρων οὐδέν ἐστι πλέον οὐδ ἔλαττον οὐδ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν.
λαμπρ Πῶς οὖν ἀμύνονται ταύτας· τὰς ἀπορίας· διαδουμ.
"τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτ ἔκ τινων συνεστάναι καὶ ὁμοίως οὔτ ἐξ ὁποσωνοῦν οὔτ ἐξ ἀπείρων οὔτ ἐκ πεπερασμένων.
καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτ ἔκ τινων οὔτ ἐξ ὁποσωνοῦν μερῶν οὔτ ἐξ ἀπείρων οὔτ ἐκ πεπερασμένων συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτω πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτ ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기