호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅτι δυεῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ οὐδενὸς ἀγνοεῖται.? γιγνώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν. τῷ τρίτῳ περὶ Ἀγαθῶν τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ, καὶ τίθησιν ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἰέται σῴζεσθαι τὸ δίκαιον: εἰ δὲ μὴ τέλος ἀλλ ἁπλῶς ἀγαθόν, οἰέται:
καταλέγοντος τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν.
ὅταν οὖν αὖθις, ὦ φίλε, μηδὲν ἀγαθὸν λέγωσι μηδενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδ ἔλαττον ἀλλ ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυεῖν κακοῖν ὑφ οὗ μὲν γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφ οὗ γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας:
μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν.
ἀλλ ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας δ οὐ ποιοῦσιν.
ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης:
ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기