- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 20

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 20)

"ὁ φαῦλος οὐδενὸς:? "δεῖται, οὐδενὸς ἔχει χρείαν: "οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον. πῶς οὖν εὔχρηστος ἡ κακία, μεθ ἧς οὐδ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή· οὐ δεῖται δέ τις ὧν:

τὰ μὲν προηγμένα: καὶ ληπτὰ καὶ νὴ Δί εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν· εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός.

οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι:

διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδ ἄρτου πεινῶντες. ἔστε ξένοισι μειλίχοις ἐοικότες στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις: οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς·

οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ· ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον· λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος τέλειος.

νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός·

πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς.

πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων:

ἀλλ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδ ἔχωσιν. ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION