호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαμπρ Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν.? διαδουμ Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε πολὺς μὲν γὰρ ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν:
ὡς δ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἰόνται προσήκειν, ἀγαθῶν ὑπαρχόντων, καὶ κακὰ ὑπάρχειν.
λαμπρ.
ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δ ἕτερον οἶμαι μηδ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν.
ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις: ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτ ἀγαθὸν μήτε κακὸν ἔχουσαν.
πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρ ὑμῶν, ἀκουστέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기