- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 13

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 13)

ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα γεγενημένην·? "ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὁρ´ον γίνεται γὰρ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵν οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα:

"οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν. οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν ἔστιν, ἐπεὶ μηδὲ κακόν: οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλώσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐδὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηδενός γε κακοῦ παρόντος:

ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν πῶς δ ἂν εὑρ῀εν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν·

ὡρ´α λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν καὶ ποδάγρα πρὸς ὠκύτητα καὶ οὐκ ἂν ἦν Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης.

τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν δικαιοσύνην τὴν ἀδικίαν·

ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι ψεύδεά θ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος, εἰ, τούτων ἀναιρεθέντων, οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION