- 텍스트

Plutarch, Cicero, chapter 45 4:

(플루타르코스, Cicero, chapter 45 4:)

ἐπεὶ δ Ἀντώνιος μὲν ἥττητο, τῶν δ ὑπάτων ἀμφοτέρων ἀποθανόντων ἐκ τῆς μάχης πρὸς Καίσαρα συνέστησαν αἱ δυνάμεις, δείσασα δ ἡ βουλὴ νέον ἄνδρα καὶ τύχῃ λαμπρᾷ κεχρημένον ἐπειρᾶτο τιμαῖς καὶ δωρεαῖς ἀποκαλεῖν αὐτοῦ τὰ στρατεύματα καὶ περισπᾶν τὴν δύναμιν, ὡς μὴ δεομένη τῶν προπολεμούντων Ἀντωνίου πεφευγότος, οὕτως ὁ Καῖσαρ φοβηθεὶς ὑπέπεμπε τῷ Κικέρωνι τοὺς δεομένους καὶ πείθοντας ὑπατείαν μὲν ἀμφοτέροις ὁμοῦ πράττειν, χρῆσθαι δὲ τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκε, παραλαμβάνοντα τὴν ἀρχήν, καὶ τὸ μειράκιον διοικεῖν ὀνόματος καὶ δόξης γλιχόμενον.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION