호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐθὺς οὖν ὁ Ἀντώνιος ἐπῆρτο, καί πᾶσι μὲν ἦν φοβερὸς ὡς μοναρχήσων, τῷ δὲ Κικέρωνι φοβερώτατος.? ἀναρρωννυμένην τε γὰρ αὐτῷ πάλιν ὁρῶν τὴν δύναμιν ἐν τῇ πολιτείᾳ καὶ τοῖς περὶ Βροῦτον ἐπιτήδειον εἰδώς ἤχθετο παρόντι. καί πού τι καί προϋπῆρχεν ὑποψίας αὐτοῖς πρὸς ἀλλήλους κατὰ τὴν τῶν βίων ἀνομοιότητα καί διαφοράν. ταῦτα δείσας ὁ Κικέρων πρῶτον μὲν ὡρ´μησε πρεσβευτὴς Δολοβέλλᾳ συνεκπλεῦσαι εἰς Συρίαν ἐπεὶ δ οἱ μέλλοντες ὑπατεύειν μετ Ἀντώνιον, Ἵρτιος καί Πάνσας, ἄνδρες ἀγαθοὶ καί ζηλωταὶ τοῦ Κικέρωνος, ἐδέοντο μὴ σφᾶς καταλιπεῖν, ὑποδεχόμενοι καταλύσειν Ἀντώνιον ἐκείνου παρόντος, ὁ δ οὔτ ἀπιστῶν παντάπασιν οὔτε πιστεύων Δολοβέλλαν μὲν εἰάσε χαίρειν, ὁμολογήσας δὲ τοῖς περὶ τὸν Ἵρτιον τὸ θέρος ἐν Ἀθήναις διάξειν, ὅταν δ ἐκεῖνοι παραλάβωσι τὴν ἀρχήν, ἀφίξεσθαι πάλιν, αὐτὸς καθ ἑαυτὸν ἐξέπλευσε.
γενομένης δὲ περὶ τόν πλοῦν διατριβῆς, καί λόγων ἀπὸ Ῥώμης, οἱᾶ φιλεῖ, καινῶν προσπεσόντων, μεταβεβλῆσθαι μὲν Ἀντώνιον θαυμαστὴν μεταβολὴν καί πάντα πράττειν καί πολιτεύεσθαι πρὸς τὴν σύγκλητον, ἐνδεῖν δὲ τῆς ἐκείνου παρουσίας τὰ πράγματα μὴ τὴν ἀρίστην ἔχειν διάθεσιν, καταμεμψάμενος αὐτὸς αὐτοῦ τὴν πολλὴν εὐλάβειαν ἀνέστρεφεν αὖθις εἰς Ῥώμην.
καί τῶν πρώτων οὐ διημάρτανεν ἐλπίδων τοσοῦτο πλῆθος ἀνθρώπων ὑπὸ χαρᾶς καί πόθου πρὸς τὴν ἀπάντησιν ἐξεχύθη, καὶ σχεδὸν ἡμερήσιον ἀνήλωσαν χρόνον αἱ περὶ τὰς πύλας καί τὴν εἴσοδον αὐτοῦ δεξιώσεις καί φιλοφροσύναι.
τῇ δ ὑστεραίᾳ βουλὴν συναγαγόντος Ἀντωνίου καί καλοῦντος αὐτόν οὐκ ἦλθεν, ἀλλὰ κατέκειτο μαλακῶς ἔχειν ἐκ τοῦ κόπου σκηπτόμενος. ἐδόκει δὲ τάληθὲς ἐπιβουλῆς εἶναι φόβος ἔκ τινος ὑποψίας καί μηνύσεως καθ ὁδὸν αὐτῷ προσπεσούσης.
Ἀντώνιος δὲ χαλεπῶς μὲν εἶχεν ἐπὶ τῇ διαβολῇ καί στρατιώτας ἔπεμψεν ἄγειν αὐτόν ἢ καταπρῆσαι τὴν οἰκίαν κελεύσας, ἐνστάντων δὲ πολλῶν καί δεηθέντων ἐνέχυρα λαβὼν μόνον ἐπαύσατο. καί τὸ λοιπὸν οὕτως ἀντιπαρεξιόντες ἀτρέμα καί φυλαττόμενοι διετέλουν, ἄχρι οὗ Καῖσαρ ὁ νέος ἐξ Ἀπολλωνίας παραγενόμενος τόν τε κλῆρον ἀνεδέξατο τοῦ Καίσαρος ἐκείνου, καί περὶ τῶν δισχιλίων πεντακοσίων μυριάδων ἃς Ἀντώνιος ἐκ τῆς οὐσίας κατεῖχεν, εἰς διαφορὰν κατέστη πρὸς αὐτόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기