호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Καίσαρος εἰς Ἰβηρίαν ἀπάραντος, εὐθὺς ὡς Πομπήιον ἔπλευσε:? καὶ τοῖς μὲν ἄλλοις ἀσμένοις ὤφθη, Κάτων δ αὐτὸν ἰδὼν ἰδίᾳ πολλὰ κατεμέμφετο Πομπηίῳ προσθέμενον: αὐτῷ μὲν γὰρ οὐχὶ καλῶς ἔχειν ἐγκαταλιπεῖν ἣν ἀπ ἀρχῆς εἵλετο τῆς πολιτείας τάξιν, ἐκεῖνον δὲ χρησιμώτερον ὄντα τῇ πατρίδι καὶ τοῖς φίλοις εἰ μένων ἴσος ἐκεῖ πρὸς τὸ ἀποβαῖνον ἡρμόζετο, κατ οὐδένα λογισμὸν οὐδ ἐξ ἀνάγκης πολέμιον γεγονέναι Καίσαρι καὶ τοσούτου μεθέξοντα κινδύνου δεῦρ ἥκειν. . οὗτοί τε δὴ τοῦ Κικέρωνος ἀνέστρεφον οἱ λόγοι τὴν γνώμην, καὶ τὸ μέγα μηδὲν αὐτῷ χρῆσθαι Πομπήιον.
αἴτιος δ ἦν αὐτός οὐκ ἀρνούμενος μεταμέλεσθαι, φλαυρίζων δὲ τοῦ Πομπηίου τὴν παρασκευήν καὶ πρὸς τὰ βουλεύματα δυσκολαίνων ὑπούλως, καὶ τοῦ παρασκώπτειν τι καὶ λέγειν χαρίεν εἰς τοὺς συμμάχους οὐκ ἀπεχόμενος, ἀλλ αὐτός μὲν ἀγέλαστος ἀεὶ περιιὼν ἐν τῷ στρατοπέδῳ καὶ σκυθρωπός, ἑτέροις δὲ παρέχων γέλωτα μηδὲν δεομένοις. βέλτιον δὲ καὶ τούτων ὀλίγα παραθέσθαι.
"οὐκ ἐπίτροπον αὐτὸν τοῖς τέκνοις φυλάσσεις· "λέγεις αὐτοὺς δυσνοεῖν Καίσαρι.
"ἵνα τοῦτο πιστεύσῃς αὐτός θεασάμενος·
"παρῄνεις, εἰ κολοιοῖς ἐπολεμοῦμεν.
"στρατηγήματι τούτῳ χρώμενοι νῦν ἀποβεβλήκαμεν τὸ στρατόπεδον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기