- 텍스트

Plutarch, Cicero, chapter 37

(플루타르코스, Cicero, chapter 37)

ἐν μὲν οὖν τῇ βουλῇ ψηφιζομένων αὐτῷ θρίαμβον ἥδιον ἂν ἔφη παρακολουθῆσαι Καῖσαρ ι θριαμβεύοντι συμβάσεων γενομένων ἰδίᾳ δὲ συνεβούλευε πολλὰ μὲν Καίσαρι γράφων, πολλὰ δ αὑτοῦ Πομπηίου δεόμενος, πραϋ´νων ἑκάτερον καὶ παραμυθούμενος, ὡς δ ἦν ἀνήκεστα καὶ Καίσαρος ἐπερχομένου Πομπήιος οὐκ ἔμεινεν, ἀλλὰ μετὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν τὴν πόλιν ἐξέλιπε, ταύτης μὲν ἀπελείφθη τῆς φυγῆς ὁ Κικέρων, ἔδοξε δὲ Καίσαρι προστίθεσθαι.? καὶ δῆλός ἐστι τῇ γνώμῃ πολλὰ ῥιπτασθεὶς ἐπ ἀμφότερα καὶ δυσπαθήσας.

γράφει γὰρ ἐν ταῖς ἐπιστολαῖς διαπορεῖν ποτέρωσε χρὴ τρέπεσθαι, Πομπηίου μὲν ἔνδοξον καὶ καλὴν ὑπόθεσιν πρὸς τὸν πόλεμον ἔχοντος, Καίσαρος δ ἄμεινον τοῖς πράγμασι χρωμένου καὶ μᾶλλον ἑαυτὸν καὶ τοὺς φίλους σῴζοντος, ὥστ ἔχειν μὲν ὃν φύγῃ, μὴ ἔχειν δὲ πρὸς ὃν φύγῃ. Τρεβατίου δέ, τινος τῶν Καίσαρος ἑταίρων, γράψαντος ἐπιστολήν ὅτι Καῖσαρ οἰέται δεῖν μάλιστα μὲν αὐτὸν ἐξετάζεσθαι μεθ αὑτοῦ καὶ τῶν ἐλπίδων μετέχειν, εἰ δ ἀναδύεται διὰ γῆρας, εἰς τὴν Ἑλλάδα βαδίζειν κἀκεῖ καθήμενον ἡσυχίαν ἄγειν ἐκποδὼν ἀμφοτέροις γενόμενον, θαυμάσας ὁ Κικέρων ὅτι Καῖσαρ αὐτὸς οὐκ ἔγραψεν, ἀπεκρίνατο πρὸς ὀργὴν ὡς οὐδὲν ἀνάξιον πράξει τῶν πεπολιτευμένων.

τὰ μὲν οὖν ἐν ταῖς ἐπιστολαῖς γεγραμμένα τοιαῦτα ἐστι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION