호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν.? εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν. ταῦτα τε δὴ παρεστήσατο καὶ συνήρμοσεν ἀμέμπτως ἄτερ πολέμου, τούς τε Κίλικας ὁρῶν πρός τὸ Παρθικὸν πταῖσμα Ῥωμαίων καὶ τὸν ἐν Συρίᾳ νεωτερισμὸν ἐπηρμένους κατεπράυνεν ἡμέρως ἄρχων, καὶ δῶρα μὲν οὐδὲ τῶν βασιλέων διδόντων ἔλαβε, δείπνων δὲ τούς ἐπαρχικοὺς ἀνῆκεν αὐτὸς δὲ καθ ἡμέραν τοὺς χαρίεντας ἀνελάμβανεν ἑστιάσεσιν οὐ πολυτελῶς, ἀλλ ἐλευθερίως.
ἡ δ οἰκία θυρωρὸν οὐκ εἶχεν, οὐδ αὐτὸς ὤφθη κατακείμενος ὑπ οὐδενός, ἀλλ ἑώθεν ἑστὼς ἢ περιπατῶν πρὸ τοῦ δωματίου τούς ἀσπαζομένους ἐδεξιοῦτο.
λέγεται δὲ μήτε ῥάβδοις αἰκίσασθαί τινα μήτ ἐσθῆτα περισχίσαι μήτε βλασφημίαν ὑπ ὀργῆς ἢ ζημίας προσβαλεῖν μεθ ὕβρεων, ἀνευρὼν δὲ πολλὰ τῶν δημοσίων κεκλεμμένα τάς τε πόλεις εὐπόρους ἐποίησε, καὶ τούς ἀποτίνοντας οὐδὲν τούτου πλεῖον παθόντας ἐπιτίμους διεφύλαξεν. ἥψατο δὲ καὶ πολέμου, λῃστὰς τῶν περὶ τὸν Ἀμανὸν οἰκούντων τρεψάμενος:
ἐφ ᾧ καὶ αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνηγορεύθη. Καιλίου δὲ τοῦ ῥήτορος δεομένου παρδάλεις αὐτῷ πρός τινα θέαν εἰς Ῥώμην ἐκ Κιλικίας ἀποστεῖλαι, καλλωπιζόμενος ἐπὶ τοῖς πεπραγμένοις γράφει πρός αὐτὸν οὐκ εἶναι παρδάλεις ἐν Κιλικίᾳ:
πεφευγέναι γὰρ εἰς Καρίαν ἀγανακτούσας ὅτι μόναι πολεμοῦνται, πάντων εἰρήνην ἐχόντων, πλέων δ ἀπὸ τῆς ἐπαρχίας τοῦτο μὲν Ῥόδῳ προσέσχε, τοῦτο δ Ἀθήναις ἐνδιέτριψεν ἄσμενος πόθῳ τῶν πάλαι διατριβῶν. ἀνδράσι δὲ τοῖς πρώτοις ἀπὸ παιδείας συγγενόμενος καὶ τούς τότε φίλους καὶ συνήθεις ἀσπασάμενος καὶ τὰ πρέποντα θαυμασθεὶς ὑπὸ τῆς Ἑλλάδος εἰς τὴν πόλιν ἐπανῆλθεν, ἤδη τῶν πραγμάτων ὥσπερ ὑπὸ φλεγμονῆς ἀφισταμένων ἐπὶ τὸν ἐμφύλιον πόλεμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기