호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτων ἐγίνετο πολλοῖς ἐπαχθής:? καὶ οἱ μετὰ Κλωδίου συνέστησαν ἐπ αὐτόν ἀρχὴν τοιαύτην λαβόντες. ἦν Κλώδιος ἀνὴρ εὐγενής, τῇ μὲν ἡλικίᾳ νέος, τῷ δὲ φρονήματι θρασὺς καὶ αὐθάδης, οὗτος ἐρῶν Πομπηίας τῆς Καίσαρος γυναικός εἰς τὴν οἰκίαν αὐτοῦ παρεισῆλθε κρύφα, λαβὼν ἐσθῆτα καὶ σκευὴν ψαλτρίας: ἔθυον γὰρ αἱ γυναῖκες τὴν ἀπόρρητον ἐκείνην καὶ ἀθέατον ἀνδράσι θυσίαν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ, καὶ παρῆν ἀνὴρ οὐδείς: ἀλλὰ μειράκιον ὢν ἔτι καὶ μήπω γενειῶν ὁ Κλώδιος ἤλπιζε λήσεσθαι διαδὺς πρὸς τὴν Πομπηίαν μετὰ τῶν γυναικῶν, ὡς δ εἰσῆλθε νυκτὸς εἰς οἰκίαν μεγάλην, ἠπορεῖτο τῶν διόδων:
καὶ πλανώμενον αὐτόν ἰδοῦσα Αὐρηλίας θεραπαινὶς τῆς Καίσαρος μητρός, ᾔτησεν ὄνομα, φθέγξασθαι δ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος ἀκόλουθον Πομπηίας ζητεῖν Ἄβραν τοὔνομα, συνεῖσα τὴν φωνὴν οὐ γυναικείαν οὖσαν ἀνέκραγε καὶ συνεκάλει τὰς γυναῖκας. αἱ δ ἀποκλείσασαι τὰς θύρας καὶ πάντα διερευνώμεναι λαμβάνουσι τὸν Κλώδιον εἰς οἴκημα παιδίσκης, ᾗ συνεισῆλθε, καταπεφευγότα.
τοῦ δὲ πράγματος περιβοήτου γενομένου Καῖσάρ τε τὴν Πομπηϊάν ἀφῆκε καὶ δίκην ἀσεβείας ἀπεγράψατο τῷ Κλωδίῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기