호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα τοῦ Κικέρωνοσ διαποροῦντοσ γίνεταί τι ταῖσ γυναιξὶ σημεῖον θυούσαισ. ὁ γὰρ βωμόσ, ἤδη τοῦ πυρὸσ κατακεκοιμῆσθαι δοκοῦντοσ, ἐκ τῆσ τέφρασ καὶ τῶν κεκαυμένων φλοιῶν φλόγα πολλὴν ἀνῆκε καὶ λαμπράν. ὑφ’ ἧσ αἱ μὲν ἄλλαι διεπτοήθησαν, αἱ δ’ ἱεραὶ παρθένοι τὴν τοῦ Κικέρωνοσ γυναῖκα Τερεντίαν ἐκέλευσαν ᾗ τάχοσ χωρεῖν πρόσ τὸν ἄνδρα καὶ κελεύειν οἷσ ἔγνωκεν ἐγχειρεῖν ὑπὲρ τῆσ πατρίδοσ, ὡσ μέγα πρόσ τε σωτηρίαν καὶ δόξαν αὐτῷ τῆσ θεοῦ φῶσ διδούσησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기