- 텍스트

Plutarch, Cicero, chapter 11

(플루타르코스, Cicero, chapter 11)

οὐ μὴν ἀλλὰ βουλόμενος ὁ Κατιλίνας ἰσχυρόν τι προκαταλαβεῖν ὁρμητήριον ὑπατείαν μετῄει:? καὶ λαμπρὸς ἦν ταῖς ἐλπίσιν ὡς Γαϊῴ Ἀντωνίῳ συνυπατεύσων, ἀνδρὶ καθ αὑτὸν μὲν οὔτε πρὸς τὸ βέλτιον οὔτε πρὸς τὸ χεῖρον ἡγεμονικῷ, προσθήκῃ δ ἄγοντος ἑτέρου δυνάμεως ἐσομένῳ. ταῦτα δὴ τῶν καλῶν καὶ ἀγαθῶν οἱ πλεῖστοι προαισθόμενοι τὸν Κικέρωνα προῆγον ἐπὶ τὴν ὑπατείαν:

καὶ τοῦ δήμου δεξαμένου προθύμως ὁ μὲν Κατιλίνας ἐξέπεσε, Κικέρων δὲ καὶ Γάιος Ἀντώνιος ᾑρέθησαν. καίτοι τῶν μετιόντων ὁ Κικέρων μόνος ἦν ἐξ ἱππικοῦ πατρός, οὐ βουλευτοῦ, γεγονώς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION