호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν, οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων ὃ μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων μεστὸν ἦν τὸ βασίλειον.? οὕτως ἄρα δεινὸν μὲν ἡ ἀπιστία πρὸς τὰ θεῖα καὶ καταφρόνησις αὐτῶν, δεινὴ δὲ αὖθις ἡ δεισιδαιμονία, ἡ, δίκην ὕδατος ἀεὶ πρὸς τὸ ταπεινούμενον καταρρέοντος, ἀνεπλήρου ἀβελτερίας κατάφοβον τὸν Ἀλέξανδρον γενόμενον.
οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶ Ἡφαιστίωνος ἐκ θεοῦ κομισθέντων ἀποθέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶ πότοις. ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶ Νέαρχον, εἶτα λουσάμενος, ὥσπερ εἰώθει μέλλων καθεύδειν, Μηδίου δεηθέντος ᾤχετο κωμασόμενος πρὸς αὐτόν κἀκεῖ πιὼν ὅλην τὴν ἐπιοῦσαν ἡμέραν ἤρξατο πυρέττειν, οὔτε σκύφον Ἡρακλέους ἐκπιὼν οὔτε ἄφνω διαλγὴς γενόμενος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπληγώς, ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν ὥσπερ δράματος μεγάλου τραγικὸν ἐξόδιον καὶ περιπαθὲς πλάσαντες.
Ἀριστόβουλος δέ φησιν αὐτόν πυρέττοντα μανικῶς, διψήσαντα δὲ σφόδρα πιεῖν οἶνον ἐκ τούτου δὲ φρενιτιᾶσαι, καὶ τελευτῆσαι τριακάδι Δαισίου μηνός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기