호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἀλέξανδροσ ἀπὸ τῆσ πυρᾶσ γενόμενοσ, καὶ συναγαγὼν πολλοὺσ Τῶν φίλων καὶ Τῶν ἡγεμόνων ἐπὶ δεῖπνον, ἀγῶνα προὔθηκε καὶ στέφανον ἀκρατοποσίασ. ὁ μὲν οὖν πλεῖστον πιὼν Πρόμαχοσ ἄχρι χοῶν τεσσάρων προῆλθε· καὶ λαβὼν τὸ νικητήριον, στέφανον ταλαντιαῖον, ἡμέρασ τρεῖσ ἐπέζησε, Τῶν δὲ ἄλλων, ὡσ Χάρησ φησί, τετταράκοντα καὶ εἷσ ἀπέθανον πιόντεσ, ἰσχυροῦ τῇ μέθῃ κρύουσ ἐπιγενομένου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기