호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός, ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα.? καὶ τοῦτο ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα:
Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους ὑπὸ γυναικός. διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν, τῶν δὲ Ἀβουλήτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλήτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλ ἢ τρισχίλαι τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος, ἐκέλευσε τοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. "τί οὖν ὄφελος ἡμῖν τῆς σῆς παρασκευῆς·
καθεῖρξε τὸν Ἀβουλίτην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기