- 텍스트

Plutarch, Alexander, chapter 66

(플루타르코스, Alexander, chapter 66)

ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνον ἀνάλωσεν.? ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸν Ὠκεανόν ἀνέπλευσε πρὸς νῆσον ἣν Σκιλλοῦστιν αὐτὸς ὠνόμασεν, ἕτεροι δὲ Ψιλτοῦκιν. ἐνταῦθα δὲ ἀποβὰς ἔθυε τοῖς θεοῖς, καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆς παραλίας ὅσον ἐφικτὸν ἦν. εἶτα ἐπευξάμενος μηδένα μετ αὐτὸν ἀνθρώπων ὑπερβῆναι τοὺς ὁρ´ους τῆς στρατείας ἀνέστρεφε. καὶ τὰς μὲν ναῦς ἐκέλευσε περιπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δὲ Ὀνησίκριτον αὐτὸς δὲ πεζῇ δι Ὠρειτῶν πορευόμενος εἰς ἐσχάτην ἀπορίαν προήχθη καὶ πλῆθος ἀνθρώπων ἀπώλεσεν, ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν.

καίτοι δώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί, τὸ δ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους. ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λιμὸς διέφθειρεν, ἄσπορον χώραν ἐπιόντας ἀνθρώπων κακοβίων, ὀλίγα καὶ ἀγεννῆ πρόβατα κεκτημένων, ἃ τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι σάρκα μοχθηρὰν εἶχε καὶ δυσώδη.

μόλις οὖν ἐν ἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆς Γεδρωσίας ἁψάμενος εὐθὺς ἐν ἀφθόνοις ἦν πᾶσι, τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέων παρασκευασάντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION