- 텍스트

Plutarch, Alexander, chapter 60 5:

(플루타르코스, Alexander, chapter 60 5:)

τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἁρ´ματα λαβεῖν ἅπαντα, τῶν δ ἱππέων ἀνελεῖν τετρακοσίους, οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἰή διαβεβηκὼς Ἀλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε.? φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι, γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι, καὶ μόλις ὀγδόης ὡρ´ας ἀπειπεῖν τοὺς πολεμίους, ταῦτα μὲν οὖν ὁ τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION