- 텍스트

Plutarch, Alexander, chapter 58

(플루타르코스, Alexander, chapter 58)

πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς, αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος, οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις.? λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπρότομον ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἰή τὴν ψυχὴν ὁ Σισιμίθρης.

"τὴν πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι. ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν.

"ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν. ἐπεὶ δὲ λαμπρῶς ὁ νεανίας ἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη. τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν ·

καὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς: ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον: Ἄκουφις ἐκαλεῖτο. θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν ὁ Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους.

"ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον ἢ τοὺς ἀρίστους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION