호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγμένος ἀνὴρ Μακεδὼν, ὄνομα Πρόξενος, τῇ βασιλικῇ σκηνῇ χώραν ὀρύττων παρὰ τὸν Ὦξον ποταμόν ἀνεκάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμελώδους:? ἀπαντλουμένου δὲ τοῦ πρώτου καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγές ἔλαιον, οὔτε ὀσμῇ δοκοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν, στιλπνότητά τε καὶ λιπαρότητα παντάπασιν ἀπαράλλακτον, καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기