호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πυθόμενοσ δὲ ὁ βασιλεὺσ ἀνεκοινοῦτο τοῖσ μάντεσιν Ἀριστάνδρῳ καὶ Κλεομάντει τῷ Λάκωνι. φησάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον, ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχοσ ὑπὲρ τοῦ Κλείτου. καὶ γὰρ αὐτὸσ ἡμέρᾳ τρίτῃ κατὰ τοὺσ ὕπνουσ ἰδεῖν ὄψιν ἄτοπον δόξαι γὰρ αὑτῷ τόν Κλεῖτον μετὰ τῶν Παρμενίωνοσ υἱῶν ἐν μέλασιν ἱματίοισ καθέζεσθαι, τεθνηκότων ἁπάντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기