- 텍스트

Plutarch, Alexander, chapter 48

(플루타르코스, Alexander, chapter 48)

"τί λέγεις·? εἶπεν, "οὐδὲ ποτήριον ἔχεις οὐδὲ ἱμάτιον· "ὦ παῖ, χείρων μοι γίνου.

τοῦτο ἔσχεν ὁ Φιλώτας οἱᾶ δὲ νέος πρός ἐρωμένην καὶ σὺν οἴνῳ πολλὰ φιλότιμα καὶ στρατιωτικὰ παρρησιαζόμενος ἑαυτοῦ τὰ μέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πατρός, Ἀλέξανδρον δὲ μειράκιον ἀπεκάλει δι αὐτοὺς τὸ τῆς ἀρχῆς ὄνομα καρπούμενον.

ταῦτα τῆς γυναικὸς ἐκφερούσης πρός τινα τῶν συνήθων, ἐκείνου δέ, ὡς εἰκὸς, πρός ἕτερον, περιῆλθεν εἰς Κρατερὸν ὁ λόγος καὶ λαβὼν τὸ γύναιον εἰσήγαγε κρύφα πρός Ἀλέξανδρον.

ἀκούσας δὲ ἐκεῖνος ἐκέλευσε φοιτᾶν εἰς ταὐτὸ τῷ Φιλώτᾳ, καὶ πᾶν, ὅ τι ἂν ἐκπύθηται τούτου, πρός αὐτόν ἀπαγγέλλειν βαδίζουσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION