- 텍스트

Plutarch, Alexander, chapter 43

(플루타르코스, Alexander, chapter 43)

ἡ μὲν οὖν προθυμία πάντων ἦν ὁμοία:? μόνους δέ φασιν ἑξήκοντα συνεισπεσεῖν εἰς τὰ στρατόπεδα τῶν πολεμίων, ἔνθα δὴ πολὺν μὲν ἄργυρον καὶ χρυσὸν ἐρριμμένον ὑπερβαίνοντες, πολλὰς δὲ παίδων καὶ γυναικῶν ἁρμαμάξας ἡνιόχων ἐρήμους διαφερομένας παρερχόμενοι, τοὺς πρώτους ἐδίωκον, ὡς ἐν ἐκείνοις Δαρεῖον ὄντα. μόλις δὲ εὑρίσκεται πολλῶν ἀκοντισμάτων κατάπλεως τὸ σῶμα κείμενος ἐν ἁρμαμάξῃ, μικρὸν ἀπολείπων τοῦ τελευτᾶν. ὅμως δὲ καὶ πιεῖν ᾔτησε, καὶ πιὼν ὕδωρ ψυχρόν εἶπε πρὸς τὸν δόντα Πολύστρατον:

"ὦ ἄνθρωπε, τοῦτό μοι πέρας γέγονε δυστυχίας ἁπάσης, εὖ παθεῖν ἀμείψασθαι μὴ δυνάμενον: "ἀλλ Ἀλέξανδρος ἀποδώσει σοι τὴν χάριν, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας, ᾧ ταύτην δίδωμι τὴν δεξιὰν διὰ σοῦ. ταῦτα εἰπὼν καὶ λαβόμενος τῆς τοῦ Πολυστράτου χειρός ἐξέλιπεν. Ἀλέξανδρος δὲ ὡς ἐπῆλθεν, ἀλγῶν τε τῷ πάθει φανερὸς ἦν καὶ τὴν ἑαυτοῦ χλαμύδα λύσας ἐπέβαλε τῷ σώματι καὶ περιέστειλε, καὶ Βῆσσον μὲν ὕστερον εὑρὼν διεσφενδόνησεν, ὀρθίων δένδρων εἰς ταὐτὸ καμφθέντων ἐκατέρῳ μέρος προσαρτήσας τοῦ σώματος, εἶτα μεθεὶς ἑκάτερον, ὡς ὡρ´μητο ῥύμῃ φερόμενον, τὸ προσῆκον αὐτῷ μέρος νείμασθαι.

τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε, τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION