호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαυμάσαι δὲ αὑτὸν ἔστιν ὅτι καὶ μέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοις ἐσχόλαζεν, οἱᾶ γράφει παῖδα Σελεύκου εἰς Κιλικίαν ἀποδεδρακότα κελεύων ἀναζητῆσαι, καὶ Πευκέσταν ἐπαινῶν ὅτι Νίκωνα, Κρατεροῦ δοῦλον, συνέλαβε, καὶ Μεγαβύζῳ περὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθεζομένου, κελεύων αὐτὸν, ἂν δύνηται, συλλαβεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενος, ἐν δὲ τῷ ἱερῷ μὴ προσάπτεσθαι.? λέγεται δὲ καὶ τὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς θανατικὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος, ὅπως τῷ κινδυνεύοντι καθαρὸν φυλάττηται καὶ ἀδιάβλητον.
ἀλλ ὕστερόν γε αὑτὸν ἐξετράχυναν αἱ πολλαὶ διαβολαί, διὰ τῶν ἀληθῶν πάροδον ἐπὶ τὰ ψευδῆ λαβοῦσαι. καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατο τοῦ φρονεῖν καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτητος, ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ ζῆν καὶ τῆς βασιλείας ἠγαπηκώς. τότε δὲ ἐξήλαυνεν ἐπὶ Δαρεῖον ὡς πάλιν μαχούμενος ἀκούσας δὲ τὴν ὑπὸ Βήσσου γενομένην αὐτοῦ σύλληψιν ἀπέλυσε τοὺς Θεσσαλοὺς οἴκαδε, δισχίλια τάλαντα δωρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς.
πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι, καὶ μάλιστα κατὰ τὴν ἀνυδρίον. ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ:
καὶ θεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα ταχὺ πλησάμενοι κράνος προσήνεγκαν. "ἰδίοις: "ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν. ταῦτα ἀκούσας ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος:
"πίω μόνος, ἀθυμήσουσιν οὗτοι" θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαρροῦντα καὶ τοὺς ἵππους ἐμάστιζον: οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς, ἑώς ἂν ἔχωσι βασιλέα τοιοῦτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기