- 텍스트

Plutarch, Alexander, chapter 41

(플루타르코스, Alexander, chapter 41)

Ἀλέξανδρος μὲν οὖν ἑαυτὸν ἀσκῶν ἅμα καὶ τοὺς ἄλλους παροξύνων πρὸς ἀρετὴν ἐκινδύνευεν:? οἱ δὲ φίλοι διὰ πλοῦτον καὶ ὄγκον ἤδη τρυφᾶν βουλόμενοι καὶ σχολάζειν ἐβαρύνοντο τὰς πλάνας καὶ τὰς στρατείας, καὶ κατὰ μικρὸν οὕτω προῆλθον εἰς τὸ βλασφημεῖν καὶ κακῶς λέγειν αὐτόν, ὁ δὲ καὶ πάνυ πρᾴως ἐν ἀρχῇ πρὸς ταῦτα διέκειτο, φάσκων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὖ ποιοῦντα. καίτοι τὰ μικρότατα τῶν γενομένων τοῖς συνήθεσι παρ αὐτοῦ σημεῖα μεγάλης ὑπῆρχεν εὐνοίας καὶ τιμῆς:

ὧν ὀλίγα παραθήσομαι. Πευκέστᾳ μὲν ἔγραψε μεμφόμενος ὅτι δηχθεὶς ὑπ ἄρκτου τοῖς μὲν ἄλλοις ἔγραψεν, αὐτῷ δὲ οὐκ ἐδήλωσεν. "γράψον πῶς ἔχεις, καὶ μή τινές σε τῶν συγκυνηγετούντων ἐγκατέλιπον, ἵνα δίκην δῶσι. τοῖς δὲ περὶ Ἡφαιστίωνα διὰ πράξεις τινὰς ἀποῦσιν ἔγραψεν ὅτι παιζόντων αὐτῶν πρὸς ἰχνεύμονα τῷ Περδίκκου δορατίῳ περιπεσὼν Κρατερὸς τοὺς μηροὺς ἐτρώθη.

Πευκέστα δὲ σωθέντος ἔκ τινος ἀσθενείας ἔγραψε πρὸς Ἀλέξιππον τὸν ἰατρὸν εὐχαριστῶν. Κρατεροῦ δὲ νοσοῦντος ὄψιν ἰδὼν καθ ὕπνον αὐτός τέ τινας θυσίας ἔθυσεν ὑπὲρ αὐτοῦ κἀκεῖνον θῦσαι ἐκέλευσεν. ἔγραψε δὲ καὶ Παυσανίᾳ τῷ ἰατρῷ βουλομένῳ τὸν Κρατερὸν ἐλλεβορίσαι, τὰ μὲν ἀγωνιῶν, τὰ δὲ παραινῶν ὅπως χρήσεται τῇ φαρμακείᾳ, τοὺς δὲ πρώτους τὴν Ἁρπάλου φυγὴν καὶ ἀπόδρασιν ἀπαγγείλαντας ἔδησεν, Ἐφιάλτην καὶ Κίσσον, ὡς καταψευδομένους τοῦ ἀνδρός, ἐπεὶ δὲ τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέροντας εἰς οἶκον ἀποστέλλοντος Εὐρύλοχος Αἰγαῖος ἐνέγραψεν ἑαυτὸν εἰς τοὺς νοσοῦντας, εἶτα φωραθεὶς ἔχων οὐδὲν κακόν ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνεπακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσης ἐκείνης, ἠρώτησε τίνων ἀνθρώπων ἐστὶ τὸ γύναιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION