- 텍스트

Plutarch, Alexander, chapter 40 1:

(플루타르코스, Alexander, chapter 40 1:)

ἐπεὶ δὲ τοὺς περὶ αὑτὸν ἑώρα παντάπασιν ἐκτετρυφηκότας καὶ φορτικοὺς ταῖς διαίταις καὶ πολυτελείαις ὄντας, ὥστε Ἅγνωνα μέν τὸν Τήϊον ἀργυροῦς ἐν ταῖς κρηπῖσιν ἥλους φορεῖν, Λεοννάτῳ δὲ πολλαῖς καμήλοις ἀπ Αἰγύπτου κόνιν εἰς τὰ γυμνάσια παρακομίζεσθαι, Φιλώτᾳ δὲ πρὸς θήρας σταδίων ἑκατὸν αὐλαίας γεγονέναι, μύρῳ δὲ χρωμένους ἰέναι πρὸς ἄλειμμα καὶ λουτρὸν ὅσους οὐδὲ ἐλαίῳ, τρίπτας δὲ καὶ κατευναστὰς περιαγομένους, ἐπετίμησε πρᾴως καὶ φιλοσόφως, θαυμάζειν φάμενος εἰ τοσούτους ἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας οὐ μνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱ καταπονήσαντες ἥδιον καθεύδουσιν, οὐδὲ ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν παραβάλλοντες, ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, βασιλικώτατον δὲ τὸ πονεῖν.??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION