호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δαρεῖοσ δέ, τῶν δεινῶν ἁπάντων ἐν ὀφθαλμοῖσ ὄντων καὶ τῶν προτεταγμένων δυνάμεων ἐρειπομένων εἰσ αὐτόν, ὡσ οὐκ ἦν ἀποστρέψαι τὸ ἁρ́μα καὶ διεξελάσαι ῥᾴδιον, ἀλλ’ οἵ τε τροχοὶ συνείχοντο πτώμασι πεφυρμένοι τοσούτοισ οἵ τε ἵπποι καταλαμβανόμενοι καὶ ἀποκρυπτόμενοι τῷ πλήθει τῶν νεκρῶν ἐξήλλοντο καὶ συνετάραττον τὸν ἡνίοχον, ἀπολείπει μὲν τὸ ἁρ́μα καὶ τὰ ὅπλα, θήλειαν δέ, ὥσ φασι, νεοτόκον ἵππον περιβὰσ ἔφυγεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기