호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γῆ μὲν οὐ παρῆν λευκή, τῶν δὲ ἀλφίτων λαμβάνοντεσ ἐν πεδίῳ μελαγγείῳ κυκλοτερῆ κόλπον ἦγον, οὗ τὴν ἐντὸσ περιφέρειαν εὐθεῖαι βάσεισ ὥσπερ ἀπὸ κρασπέδων εἰσ σχῆμα χλαμύδοσ ὑπελάμβανον, ἐξ ἴσου συνάγουσαι τὸ μέγεθοσ, ἡσθέντοσ δὲ τῇ διαθέσει τοῦ βασιλέωσ αἰφνίδιον ὄρνιθεσ ἀπὸ τοῦ ποταμοῦ καὶ τῆσ λίμνησ, πλήθει τε ἄπειροι καὶ κατὰ γένοσ παντοδαποὶ καὶ μέγεθοσ, ἐπὶ τὸν τόπον καταίροντεσ νέφεσιν ἐοικότεσ οὐδὲ μικρὸν ὑπέλιπον τῶν ἀλφίτων, ὥστε καὶ τὸν Ἀλέξανδρον διαταραχθῆναι πρὸσ τὸν οἰωνόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기