호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶδεν οὖν πόρρω πυρὰ πολλὰ καιόμενα σποράδην τῶν πολεμίων, θαρρῶν δὲ τοῦ σώματοσ τῇ κουφότητι, καὶ τῷ πονεῖν αὐτὸσ ἀεὶ παραμυθούμενοσ τὴν ἀπορίαν τῶν Μακεδόνων, προσέδραμε τοῖσ ἔγγιστα πῦρ καίουσι· καὶ περικαθημένουσ τῇ πυρᾷ δύο βαρβάρουσ πατάξασ τῷ ἐγχειριδίῳ καὶ δαλὸν ἁρπάσασ ἧκε πρὸσ τοὺσ ἑαυτοῦ κομίζων, ἐγκαύσαντεσ δὲ πῦρ πολύ τοὺσ μὲν εὐθὺσ ἐφόβησαν ὥστε φυγεῖν, τοὺσ δ’ ἐπιόντασ ἐτρέψαντο, καὶ κατηυλίσθησαν ἀκινδύνωσ, ταῦτα μὲν οὖν Χάρησ ἱστόρηκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기