호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλάκις δὲ παίζων καὶ ἀλώπεκας ἐθήρευε καὶ ὄρνιθας, ὡς ἔστι λαβεῖν ἐκ τῶν ἐφημερίδων, καταλύσας δὲ καὶ τρεπόμενος πρός λουτρὸν ἢ ἄλειμμα, τοὺς ἐπὶ τῶν σιτοποιῶν καὶ μαγείρων ἀνέκρινεν εἰ τὰ πρός τὸ δεῖπνον εὐτρεπῶς ἔχουσι.? καὶ δειπνεῖν μὲν ὀψὲ καὶ σκότους ἤδη κατακλινόμενος ἤρχετο, θαυμαστὴ δὲ ἦν ἡ ἐπιμέλεια καὶ περίβλεψις ἐπὶ τῆς τραπέζης, ὅπως μηδὲν ἀνίσως μηδὲ ὀλιγώρως διανέμοιτο: τὸν δὲ πότον, ὥσπερ εἴρηται, μακρόν ὑπὸ ἀδολεσχίας ἐξέτεινε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기