호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίασ πολεμεῖν, ἐκείναισ δὲ πάντα ὑπάρξειν ὧν καὶ Δαρείου βασιλεύοντοσ ἠξιοῦντο. τοῦ δὲ λόγου ταῖσ γυναιξὶν ἡμέρου καὶ χρηστοῦ φανέντοσ ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπήντα φιλάνθρωπα. θάψαι γὰρ ὅσουσ ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναισ ἐκ τῶν λαφύρων, θεραπείασ τε καὶ τιμῆσ ἦν εἶχον οὐδ’ ὁτιοῦν ἀφεῖλε, συντάξεισ δὲ καὶ μείζονασ ἐκαρποῦντο τῶν προτέρων, ἡ δὲ καλλίστη καὶ βασιλικωτάτη χάρισ ἦν παρ’ αὐτοῦ γυναιξὶ γενναίαισ γενομέναισ αἰχμαλώτοισ καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλ’ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλ’ ἐν ἱεροῖσ καὶ ἁγίοισ υλαττομένασ φυλαττομένασ παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροισ δίαιταν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기