호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ καί Δαρεῖοσ ἐκ Σούσων κατέβαινεν, ἐπαιρόμενόσ τε τῷ πλήθει τῆσ δυνάμεωσ ἑξήκοντα γὰρ ἦγε μυριάδασ στρατοῦ, καί τινοσ ὀνείρου θαρρύνοντοσ αὐτόν, ὃν οἱ μάγοι πρὸσ χάριν ἐξηγοῦντο μᾶλλον ἢ κατὰ τὸ εἰκόσ, ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸσ ἐφόρει πρότερον ἀστάνδησ ὢν βασιλέωσ, ὑπηρετεῖν αὐτῷ· παρελθόντα δὲ εἰσ τὸ τοῦ Βήλου τέμενοσ ἀφανῆ γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기