- 텍스트

Herodotus, The Histories, book 6, chapter 86D

(헤로도토스, The Histories, book 6, chapter 86D)

Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα.? τοῦ δὲ εἵνεκα ὁ λόγος ὅδε ὦ Ἀθηναῖοι ὁρμήθη λέγεσθαι ἐς ὑμέας, εἰρήσεται: Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἐστὶ οὐδὲν οὔτ ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου, ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης. οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παρακαταθήκης ἄλλο γε ἢ ἀπαιτεόντων ἀποδιδόναι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION