호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν δὴ Μιλήσιοι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο ὡς ἀπεστερημένοι τῶν χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ.? ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὁρ´κῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοῖσιδε τοῖσι ἔπεσι. γλαῦκ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω ὁρ´κῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.
ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὐόρκον μένει ἄνδρα. ἀλλ ὁρ´κου πάις ἐστίν, ἀνώνυμος, οὐδ ἔπι χεῖρες οὐδὲ πόδες: κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων. ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기