호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ δὴ νυκτὸσ γὰρ ἐούσησ βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖοσ ἐσ τὴν Μίλητον, τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων. ὃ μὲν δὴ ὡσ ἀπωστὸσ τῆσ ἑωυτοῦ γίνεται, ἀπικνέεται ὀπίσω ἐσ τὴν Χίον· ἐνθεῦτεν δέ, οὐ γὰρ ἔπειθε τοὺσ Χίουσ ὥστε ἑωυτῷ δοῦναι νέασ, διέβη ἐσ Μυτιλήνην καὶ ἔπεισε Λεσβίουσ δοῦναί οἱ νέασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기