호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος.? Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα, καὶ ἐούσης ταύτης οἱ καταθυμίης, παῖδες οὐκ ἐγίνοντο. τούτου δὲ τοιούτου ἐόντος, οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν "εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλ ἡμῖν τοῦτ ἐστὶ οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον.
σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον: καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις. " ὃ δ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν, ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας, τὴν ἔχει γυναῖκα ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι: οὐδέ σφι πείσεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기