호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγουσι δέ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγων κῶμον διὰ μέσων τῶν αἰχμαλώτων ἐβάδιζεν ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας.? Δημάδην δὲ τὸν ῥήτορα κατ ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσασθαι παρρησίᾳ καὶ λόγον ἀποφθέγξασθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσέλγειαν. φασὶ γὰρ εἰπεῖν αὐτόν, βασιλεῦ, τῆς τύχης σοι περιθείσης πρόσωπον Ἀγαμέμνονος αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου·
τὸν δὲ Φίλιππον τῇ τῆς ἐπιπλήξεως εὐστοχίᾳ κινηθέντα τοσοῦτο μεταβαλεῖν τὴν ὅλην διάθεσιν ὥστε τοὺς μὲν στεφάνους ἀπορρῖψαι, τὰ δὲ συνακολουθοῦντα κατὰ τὸν κῶμον σύμβολα τῆς ὕβρεως ἀποτρίψασθαι, τὸν δ ἄνδρα τὸν χρησάμενον τῇ παρρησίᾳ θαυμάσαι καὶ τῆς αἰχμαλωσίας ἀπολύσαντα πρὸς ἑαυτὸν ἀναλαβεῖν ἐντίμως. τέλος δ ὑπὸ τοῦ Δημάδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρων, καθόλου δ ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν πρέσβεις ἀποστεῖλαι πρὸς τὸν δῆμον τῶν Ἀθηναίων καὶ συνθέσθαι πρὸς αὐτοὺς φιλίαν τε καὶ συμμαχίαν, εἰς δὲ τὰς Θήβας φρουρὰν ἐγκαταστήσαντα συγχωρῆσαι τὴν εἰρήνην τοῖς Βοιωτοῖς.
οἱ δ Ἀθηναῖοι μετὰ τὴν ἧτταν Λυσικλέους μὲν τοῦ στρατηγοῦ θάνατον κατέγνωσαν Λυκούργου τοῦ ῥήτορος κατηγορήσαντος.
οὗτος γὰρ τῶν τότε ῥητόρων μέγιστον ἔχων ἀξίωμα καὶ δώδεκα μὲν ἔτη τὰς προσόδους τῆς πόλεως διοικήσας ἐπαινουμένως, βίον δ ἐζηκὼς ἐπ ἀρετῇ περιβόητον πικρότατος ἦν ἐν τοῖς λόγοις κατήγορος. γνοίη δ ἄν τις αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀξίαν καὶ πικρίαν ἐν οἷς τοῦ Λυσικλέους κατηγορῶν λέγει, Ἐστρατήγεις, ὦ Λύσικλες, καὶ χιλίων μὲν πολιτῶν τετελευτηκότων, δισχιλίων δ αἰχμαλώτων γεγονότων, τροπαίου δὲ κατὰ τῆς πόλεως ἑστηκότος, τῆς δ Ἑλλάδος ἁπάσης δουλευούσης, καὶ τούτων ἁπάντων γεγενημένων σοῦ ἡγουμένου καὶ στρατηγοῦντος τολμᾷς ζῆν καὶ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν καὶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ὑπόμνημα γεγονὼς αἰσχύνης καὶ ὀνείδους τῇ πατρίδι.
ἴδιον δέ τι συνέβη γενέσθαι κατὰ τοὺς ὑποκειμένους χρόνους.
καθ ὃν γὰρ καιρὸν ἡ περὶ τὴν Χαιρώνειαν ἐγένετο μάχη, ἑτέρα παράταξις συνέστη κατὰ τὴν Ἰταλίαν τῇ αὐτῇ ἡμέρᾳ καὶ ὡρ´ᾳ διαπολεμούντων μὲν Ταραντίνων πρὸς Λευκανούς, συναγωνιζομένου δὲ τοῖς Ταραντίνοις Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως, ὅτε συνέβη καὶ αὐτὸν ἀναιρεθῆναι τὸν Ἀρχίδαμον. οὗτος μὲν οὖν ἦρξε τῶν Λακεδαιμονίων ἔτη εἴκοσι τρία, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἄγις ἦρξεν ἔτη ἐννέα.
ἅμα δὲ τούτοις πραττομένοις Τιμόθεος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησε δυναστεύσας ἔτη πεντεκαίδεκα, τὴν δὲ τυραννίδα διαδεξάμενος ὁ ἀδελφὸς Διονύσιος ἦρξεν ἔτη δυσὶ πλείω τῶν τριάκοντα.
ἐπ ἄρχοντος δ Ἀθήνησι Φρυνίχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τῖτον Μάλλιον Τορκουᾶτον καὶ Πόπλιον Δέκιον.
ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς πεφρονηματισμένος τῇ περὶ Χαιρώνειαν νίκῃ καὶ τὰς ἐπιφανεστάτας πόλεις καταπεπληγμένος ἐφιλοτιμεῖτο γενέσθαι πάσης τῆς Ἑλλάδος ἡγεμών. διαδοὺς δὲ λόγον ὅτι βούλεται πρὸς Πέρσας ὑπὲρ τῶν Ἑλλήνων πόλεμον ἄρασθαι καὶ λαβεῖν παρ αὐτῶν δίκας ὑπὲρ τῆς εἰς τὰ ἱερὰ γενομένης παρανομίας ἰδίους τοὺς Ἕλληνας ταῖς εὐνοίαις ἐποιήσατο.
φιλοφρονούμενος δὲ πρὸς ἅπαντας καὶ ἰδίᾳ καὶ κοινῇ ταῖς πόλεσιν ἀπεφαίνετο βούλεσθαι διαλεχθῆναι περὶ τῶν συμφερόντων. διόπερ ἐν Κορίνθῳ τοῦ κοινοῦ συνεδρίου συναχθέντος διαλεχθεὶς περὶ τοῦ πρὸς Πέρσας πολέμου καὶ μεγάλας ἐλπίδας ὑποθεὶς προετρέψατο τοὺς συνέδρους εἰς πόλεμον.
τέλος δὲ τῶν Ἑλλήνων ἑλομένων αὐτὸν στρατηγὸν αὐτοκράτορα τῆς Ἑλλάδος μεγάλας παρασκευὰς ἐποιεῖτο πρὸς τὴν ἐπὶ τοὺς Πέρσας στρατείαν. διατάξας δ ἑκάστῃ πόλει τὸ πλῆθος τῶν εἰς συμμαχίαν στρατιωτῶν ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν. καὶ τὰ μὲν περὶ Φίλιππον ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Σικελίαν Τιμολέων ὁ Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ.
οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν ὁ Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων: ἐψήφισται ὁ δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν μὲν ἀπὸ διακοσιᾶν μνᾶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις. περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα.
Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο. ὁ δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὁ ὕπατος ἐθριάμβευσεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기