호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ ἄρχοντος δ Ἀθήνησι Θεοφράστου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλέριον καὶ Αὖλον Κορνήλιον, Ὀλυμπιὰς δ ἤχθη δεκάτη πρὸς ταῖς ἑκατόν, καθ ἣν ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος.? ἐπὶ δὲ τούτων Φιλίππου Βυζάντιον πολιορκοῦντος Ἀθηναῖοι μὲν ἔκριναν τὸν Φίλιππον λελυκέναι τὴν πρὸς αὐτοὺς συντεθεῖσαν εἰρήνην:
εὐθὺς δὲ καὶ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπεμψαν βοηθήσουσαν τοῖς Βυζαντίοις. ὁμοίως δὲ τούτοις Χῖοι καὶ Κῷοι καὶ Ῥόδιοι καί τινες ἕτεροι τῶν Ἑλλήνων συμμαχίαν ἐξέπεμψαν τοῖς Βυζαντίοις. διόπερ ὁ Φίλιππος καταπλαγεὶς τῇ συνδρομῇ τῶν Ἑλλήνων τήν τε πολιορκίαν τῶν πόλεων ἔλυσε καὶ πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας τοὺς ἐναντιουμένους συνέθετο τὴν εἰρήνην.
κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν.
εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἁρ´ματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππους τε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων. Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος.
ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν. ἔδοξε δ αὐτῷ τὸν πρὸς τοὺς Φοίνικας ἀγῶνα συστήσασθαι κατὰ τὴν τῶν Καρχηδονίων ἐπικράτειαν, ὅπως τὴν μὲν τῶν συμμάχων χώραν ἀσινῆ διαφυλάξῃ, τὴν δ ὑπὸ τοὺς βαρβάρους οὖσαν καταφθείρῃ.
εὐθὺς οὖν τούς τε μισθοφόρους καὶ Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους ἀθροίσας καὶ κοινὴν ἐκκλησίαν συναγαγὼν παρώρμησε τοῖς οἰκείοις λόγοις τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα:
πάντων δ ἀποδεξαμένων τοὺς λόγους καὶ βοώντων ἄγειν τὴν ταχίστην ἐπὶ τοὺς βαρβάρους προῆγεν ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν μυρίων καὶ δισχιλίων. ἤδη δ αὐτοῦ κατὰ τὴν Ἀκραγαντίνην ὄντος παραδόξως ἐνέπεσε τῇ στρατιᾷ ταραχὴ καὶ στάσις.
τῶν γὰρ μισθοφόρων τις ὄνομα Θρασίος, σεσυληκὼς τὸ ἐν Δελφοῖς ἱερὸν μετὰ τῶν Φωκέων, ἀπονοίᾳ δὲ καὶ θράσει διαφέρων, ἀκόλουθον τοῖς πρότερον τετολμημένοις πρᾶξιν ἐπετελέσατο. τῶν γὰρ ἄλλων σχεδὸν ἁπάντων τῶν μετασχόντων τῆς εἰς τὸ μαντεῖον παρανομίας τετευχότων ὑπὸ τοῦ δαιμονίου τῆς προσηκούσης τιμωρίας, καθάπερ μικρῷ πρότερον ἀνεγράψαμεν, μόνος οὗτος διαλεληθὼς τὸ θεῖον ἐπεχείρησε τοὺς μισθοφόρους παρορμᾶν πρὸς ἀπόστασιν.
ἔφη γὰρ τὸν Τιμολέοντα παραφρονοῦντα πρὸς ὁμολογουμένην ἀπώλειαν ἄγειν τοὺς στρατιώτας:
ἑξαπλασίους γὰρ ὄντας τοὺς Καρχηδονίους καὶ πάσαις ταῖς παρασκευαῖς ἀνυπερβλήτους ὑπάρχοντας ἐπαγγέλλεται νικήσειν, ἐναποκυβεύων ταῖς τῶν μισθοφόρων ψυχαῖς, οὐδὲ τοὺς ὀφειλομένους μισθοὺς πολλοῦ χρόνου διὰ τὴν ἀπορίαν ἀποδεδωκώς. συνεβούλευεν οὖν ἀνακάμπτειν εἰς τὰς Συρακούσσας καὶ τοὺς μισθοὺς ἀπαιτεῖν, ἐπὶ δὲ στρατείαν ἀπεγνωσμένην μὴ συνακολουθεῖν.
τῶν δὲ μισθοφόρων ἀσμένως τοὺς λόγους δεχομένων καὶ νεωτερίζειν ἐπιχειρούντων μόγις πολλὰ δεηθεὶς αὐτῶν ὁ Τιμολέων καὶ δωρεὰς ἐπαγγελλόμενος κατέπαυσε τὴν ταραχήν.
ὅμως δὲ τῷ Θρασίῳ χιλίων συνακολουθησάντων τὴν μὲν τούτων κόλασιν εἰς ἕτερον ἀνεβάλετο καιρόν, γράψας δὲ πρὸς τοὺς ἐν Συρακούσσαις φίλους προσδέξασθαι αὐτοὺς φιλοφρόνως καὶ τοὺς μισθοὺς ἀποδοῦναι τὴν μὲν ταραχὴν πᾶσαν εἰς τέλος κατέσβεσε, τῶν δ ἀπειθησάντων ἀφείλατο τὴν ἐκ τῆς νίκης εὐδοξίαν. αὐτὸς δὲ τοὺς ἄλλους ταῖς φιλανθρώποις ἐντεύξεσιν εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστήσας προῆγεν ἐπὶ τοὺς πολεμίους οὐ μακρὰν στρατοπεδεύοντας.
συναγαγὼν δ εἰς τὴν ἐκκλησίαν τοὺς στρατιώτας καὶ διὰ τῶν λόγων θάρσος παραστήσας τοῖς πλήθεσι διῆλθε μὲν τὴν τῶν Φοινίκων ἀνανδρίαν, ὑπέμνησε δὲ τῆς Γέλωνος εὐημερίας. πάντων δὲ καθάπερ τινὶ μιᾷ φωνῇ βοώντων ἐπιθέσθαι τοῖς βαρβάροις καὶ κατάρχεσθαι τῆς μάχης, κατὰ τύχην ὑποζυγίων σέλινα κομιζόντων εἰς τὰς στιβάδας ὁ Τιμολέων ἔφη δέχεσθαι τὸν οἰωνὸν τῆς νίκης:
τὸν γὰρ Ἰσθμιακὸν στέφανον ἐκ σελίνου συνίστασθαι. οἱ δὲ στρατιῶται παραγγείλαντος τοῦ Τιμολέοντος ἐκ τῶν σελίνων πλέξαντες στεφάνους καὶ ταῖς κεφαλαῖς περιθέντες προῆγον μετὰ χαρᾶς, ὡς τῶν θεῶν προσημαινόντων αὐτοῖς τὴν νίκην:
ὅπερ καὶ συνέβη γενέσθαι: περιεγένοντο γὰρ ἀνελπίστως τῶν πολεμίων οὐ μόνον διὰ τὰς ἰδίας ἀνδραγαθίας, ἀλλὰ καὶ διὰ τὴν τῶν θεῶν συνεργίαν.
ὁ μὲν γὰρ Τιμολέων ἐκτάξας τὴν δύναμιν κατέβαινεν ἀπό τινων λόφων ἐπὶ τὸν Κρίμισον ποταμὸν καὶ μυρίων ἤδη διαβεβηκότων ἐξ ἐφόδου τούτοις ἐπέρραξε, τεταγμένος αὐτὸς ἐπὶ μέσης τῆς φάλαγγος. γενομένης δὲ μάχης καρτερᾶς καὶ τῶν Ἑλλήνων ὑπερεχόντων ταῖς τε ἀρεταῖς καὶ ταῖς εὐχειρίαις πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.
ἤδη δὲ φευγόντων τῶν διαβεβηκότων ἡ πᾶσα δύναμις τῶν Καρχηδονίων περαιωθεῖσα τὸ ῥεῖθρον διωρθώσατο τὴν τῶν ἰδίων ἧτταν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기