호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν οὖν τῆς ἱεροσυλίας μετασχόντες τοῦτον τὸν τρόπον ὑπὸ τοῦ δαιμονίου τιμωρίας ἠξιώθησαν.? αἱ δ ἐπισημόταται πόλεις κοινωνήσασαι τῆς παρανομίας ὕστερον ὑπ Ἀντιπάτρου καταπολεμηθεῖσαι τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ἐλευθερίαν ἀπέβαλον. αἱ δὲ τῶν ἐν Φωκεῦσιν ἡγεμόνων γυναῖκες περιθέμεναι τοὺς χρυσοῦς ἐκ Δελφῶν ὁρ´μους οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον:
ἡ μὲν γὰρ τὸν τῆς Ἑλένης γεγενημένον φορέσασα εἰς ἑταιρικὴν αἰσχύνην ἐνέπεσε καὶ τὸ κάλλος προέβαλε τοῖς ἐξυβρίζειν προαιρουμένοις, ἡ δὲ τὸν τῆς Ἐριφύλης περιθεμένη τῆς οἰκίας ὑπὸ τοῦ πρεσβυτάτου τῶν υἱῶν ὑπὸ μανίας ἐμπυρισθείσης μετὰ ταύτης ζῶσα κατεφλέχθη. οἱ μὲν οὖν τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες τὸν εἰρημένον τρόπον ὑπὸ τῶν θεῶν τιμωρίας ἠξιώθησαν, ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο. ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기