- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 59

(디오도로스 시켈로스, Library, book xvi, chapter 59)

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον.? ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον. Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα. Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως.

καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον: ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων. γενομένης δ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.

ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν.

ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι. ἔδοξεν οὖν τοῖς συνέδροις μεταδοῦναι τῷ Φιλίππῳ καὶ τοῖς ἀπογόνοις αὐτοῦ τῆς Ἀμφικτυονίας καὶ δύο ψήφους ἔχειν, ἃς πρότερον οἱ καταπολεμηθέντες Φωκεῖς εἶχον:

τῶν δ ἐπὶ Φωκεῦσι τριῶν πόλεων περιελεῖν τὰ τείχη καὶ μηδεμίαν κοινωνίαν εἶναι τοῖς Φωκεῦσι τοῦ ἱεροῦ μηδὲ τοῦ Ἀμφικτυονικοῦ συνεδρίου: μὴ ἐξεῖναι δὲ αὐτοῖς μήτε ἵππους μήτε ὅπλα κτήσασθαι, μέχρις ἂν οὗ τὰ χρήματα ἐκτίσωσι τῷ θεῷ τὰ σεσυλημένα: τοὺς δὲ πεφευγότας τῶν Φωκέων καὶ τῶν ἄλλων τῶν μετεσχηκότων τῆς ἱεροσυλίας ἐναγεῖς εἶναι καὶ ἀγωγίμους πάντοθεν: τὰς δὲ πόλεις ἁπάσας τῶν Φωκέων κατασκάψαι καὶ μετοικίσαι εἰς κώμας, ὧν ἑκάστην μὴ πλεῖον ἔχειν οἰκιῶν πεντήκοντα, μηδ ἔλαττον διεστάναι σταδίου τὰς κώμας ἀπ ἀλλήλων:

ἔχειν δὲ Φωκεῖς τὴν χώραν καὶ φέρειν κατ ἐνιαυτὸν τῷ θεῷ φόρον τάλαντα ἑξήκοντα, μέχρις ἂν ἐκτίσωσι τὰ ἀπογραφέντα χρήματα κατὰ τὴν ἱεροσυλίαν: τιθέναι δὲ καὶ τὸν ἀγῶνα τῶν Πυθίων Φίλιππον μετὰ Βοιωτῶν καὶ Θετταλῶν διὰ τὸ Κορινθίους μετεσχηκέναι τοῖς Φωκεῦσι τῆς εἰς τὸ θεῖον παρανομίας: τοὺς δὲ Ἀμφικτύονας καὶ τὸν Φίλιππον τὰ ὅπλα τῶν Φωκέων καὶ τῶν μισθοφόρων καταπετροκοπῆσαι καὶ τὰ λείψανα αὐτῶν κατακαῦσαι καὶ τοὺς ἵππους ἀποδόσθαι.

ἀκολούθως δὲ τούτοις διέταξαν οἱ Ἀμφικτύονες τὰ περὶ τὴν ἐπιμέλειαν τοῦ μαντείου καὶ τἄλλα πάντα τὰ πρὸς εὐσέβειαν καὶ κοινὴν εἰρήνην καὶ ὁμόνοιαν τοῖς Ἕλλησιν ἀνήκοντα. μετὰ δὲ ταῦτα Φίλιππος μὲν τὰ δεδογμένα τοῖς Ἀμφικτύοσι συγκαταστήσας καὶ πρὸς πάντας φιλοφρονηθεὶς ἐπανῆλθεν εἰς Μακεδονίαν, οὐ μόνον δόξαν εὐσεβείας καὶ ἀρετῆς στρατηγικῆς περιπεποιημένος, ἀλλὰ καὶ πρὸς τὴν μέλλουσαν αὔξησιν αὐτῷ γίνεσθαι μεγάλα προκατεσκευασμένος.

ἐπεθύμει γὰρ τῆς Ἑλλάδος ἀποδειχθῆναι στρατηγὸς αὐτοκράτωρ καὶ τὸν πρὸς Πέρσας ἐξενεγκεῖν πόλεμον:

ὅπερ καὶ συνέβη γενέσθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις τὰ κατὰ μέρος ἀναγράψομεν, νῦν δ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION