호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Θεόφιλος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Σουλπίκιος καὶ Γάιος Κοΐντιος, Ὀλυμπιὰς δ ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατόν, καθ ἣν ἐνίκα στάδιον Πολυκλῆς Κυρηναῖος.? ἐπὶ δὲ τούτων Φίλιππος μὲν σπεύδων τὰς ἐφ Ἑλλησπόντῳ πόλεις χειρώσασθαι Μηκύβερναν μὲν καὶ Τορώνην χωρὶς κινδύνων διὰ προδοσίας παρέλαβεν, ἐπὶ δὲ τὴν μεγίστην τῶν περὶ τοὺς τόπους τούτους πόλεων Ὄλυνθον στρατεύσας μετὰ πολλῆς δυνάμεως τὸ μὲν πρῶτον νικήσας τοὺς Ὀλυνθίους δυσὶ μάχαις συνέκλεισεν εἰς πολιορκίαν, προσβολὰς δὲ συνεχεῖς ποιούμενος πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν ἐν ταῖς τειχομαχίαις:
τὸ δὲ τελευταῖον φθείρας χρήμασι τοὺς προεστηκότας τῶν Ὀλυνθίων, Εὐθυκράτην τε καὶ Λασθένην, διὰ τούτων προδοθεῖσαν τὴν Ὄλυνθον εἷλεν. διαρπάσας δ αὐτὴν καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενος ἐλαφυροπώλησε.
τοῦτο δὲ πράξας χρημάτων τε πολλῶν εἰς τὸν πόλεμον εὐπόρησε καὶ τὰς ἄλλας πόλεις τὰς ἐναντιουμένας κατεπλήξατο. τοὺς δὲ ἀνδραγαθήσαντας τῶν στρατιωτῶν κατὰ τὴν μάχην ἀξίαις δωρεαῖς τιμήσας καὶ χρημάτων πλῆθος διαδοὺς τοῖς ἐν ταῖς πόλεσιν ἰσχύουσι πολλοὺς ἔσχε προδότας τῶν πατρίδων. καὶ αὐτὸς δὲ ἀπεφαίνετο διὰ χρυσίου πολὺ μᾶλλον ἢ διὰ τῶν ὅπλων ηὐξηκέναι τὴν ἰδίαν βασιλείαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기