- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 26

(디오도로스 시켈로스, Library, book xvi, chapter 26)

ἐπεὶ δὲ τοῦ τρίποδος ἐμνήσθην, οὐκ ἄκαιρον προσαναλαβεῖν ἡγοῦμαι τὴν παλαιὰν περὶ αὐτοῦ παραδεδομένην ἱστορίαν.? λέγεται γὰρ τὸ παλαιὸν αἶγας εὑρεῖν τὸ μαντεῖον: οὗ χάριν αἰξὶ μάλιστα χρηστηριάζονται μέχρι τοῦ νῦν οἱ Δελφοί. τὸν δὲ τρόπον τῆς εὑρέσεως γενέσθαι φασὶ τοιοῦτον.

ὄντος χάσματος ἐν τούτῳ τῷ τόπῳ, καθ ὅν ἐστι νῦν τοῦ ἱεροῦ τὸ καλούμενον ἄδυτον, καὶ περὶ τοῦτο νενομένων αἰγῶν διὰ τὸ μήπω κατοικεῖσθαι τοὺς Δελφοὺς αἰεὶ τὴν προσιοῦσαν τῷ χάσματι καὶ προσβλέψασαν αὐτῷ σκιρτᾶν θαυμαστῶς καὶ προΐεσθαι φωνὴν διάφορον ἢ πρότερον εἰώθει φθέγγεσθαι. τὸν δ ἐπιστατοῦντα ταῖς αἰξὶ θαυμάσαι τὸ παράδοξον καὶ προσελθόντα τῷ χάσματι καὶ κατιδόντα οἱό῀νπερ ἦν ταὐτὸ παθεῖν ταῖς αἰξίν:

ἐκείνας τε γὰρ ὅμοια ποιεῖν τοῖς ἐνθουσιάζουσι καὶ τοῦτον προλέγειν τὰ μέλλοντα γίνεσθαι. μετὰ δὲ ταῦτα τῆς φήμης παρὰ τοῖς ἐγχωρίοις διαδοθείσης περὶ τοῦ πάθους τῶν προσιόντων τῷ χάσματι πλείους ἀπαντᾶν ἐπὶ τὸν τόπον: διὰ δὲ τὸ παράδοξον πάντων ἀποπειρωμένων τοὺς αἰεὶ πλησιάζοντας ἐνθουσιάζειν. δι ἃς αἰτίας θαυμαστωθῆναί τε τὸ μαντεῖον καὶ νομισθῆναι τῆς Γῆς εἶναι τὸ χρηστήριον. καὶ χρόνον μέν τινα τοὺς βουλομένους μαντεύεσθαι προσιόντας τῷ χάσματι ποιεῖσθαι τὰς μαντείας ἀλλήλοις:

μετὰ δὲ ταῦτα πολλῶν καθαλλομένων εἰς τὸ χάσμα διὰ τὸν ἐνθουσιασμὸν καὶ πάντων ἀφανιζομένων δόξαι τοῖς κατοικοῦσι περὶ τὸν τόπον, ἵνα μηδεὶς κινδυνεύῃ, προφῆτίν τε μίαν πᾶσι καταστῆσαι γυναῖκα καὶ διὰ ταύτης γίνεσθαι τὴν χρησμολογίαν. ταύτῃ δὲ κατασκευασθῆναι μηχανὴν, ἐφ ἣν ἀναβαίνουσαν ἀσφαλῶς ἐνθουσιάζειν καὶ μαντεύεσθαι τοῖς βουλομένοις. εἶναι δὲ τὴν μηχανὴν τρεῖς ἔχουσαν βάσεις, ἀφ ὧν αὐτὴν τρίποδα κληθῆναι:

σχεδὸν δὲ πάντας τούτου τοῦ κατασκευάσματος ἀπομιμήματα γίνεσθαι τοὺς ἔτι καὶ νῦν κατασκευαζομένους χαλκοῦς τρίποδας. ὃν μὲν οὖν τρόπον εὑρέθη τὸ μαντεῖον καὶ δι ἃς αἰτίας ὁ τρίπους κατεσκευάσθη ἱκανῶς εἰρῆσθαι νομίζω. θεσπιῳδεῖν δὲ τὸ ἀρχαῖον λέγεται παρθένους διά τε τὸ τῆς φύσεως ἀδιάφθορον καὶ τὸ τῆς Ἀρτέμιδος ὁμογενές:

ταύτας γὰρ εὐθετεῖν πρὸς τὸ τηρεῖν τὰ ἀπόρρητα τῶν χρησμῳδουμένων. ἐν δὲ τοῖς νεωτέροις χρόνοις φασὶν Ἐχεκράτη τὸν Θετταλὸν παραγενόμενον εἰς τὸ χρηστήριον καὶ θεασάμενον τὴν χρησμολογοῦσαν παρθένον ἐρασθῆναι διὰ τὸ κάλλος αὐτῆς καὶ συναρπάσαντα βιάσασθαι: τοὺς δὲ Δελφοὺς διὰ τὸ γεγενημένον πάθος εἰς τὸ λοιπὸν νομοθετῆσαι μηκέτι παρθένον χρηστηριάζειν, ἀλλὰ γυναῖκα πρεσβυτέραν πεντήκοντα ἐτῶν χρησμολογεῖν: κοσμεῖσθαι δ αὐτὴν παρθενικῇ σκευῇ, καθάπερ ὑπομνήματι τῆς παλαιᾶς προφήτιδος. τὰ μὲν οὖν περὶ τῆς εὑρέσεως τοῦ μαντείου μυθολογούμενα τοιαῦτ ἐστίν: ἡμεῖς δ ἐπανήξομεν ἐπὶ τὰς Φιλομήλου πράξεις. οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια.

ἀποκριναμένης δ αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δ αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου ὅτι ἔξεστιν αὐτῷ πράττειν ὃ βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο. εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι ὁ θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν ὅ, τι βούλεται. συναγαγὼν δ ἐκκλησίαν καὶ τὴν μαντείαν τοῖς πλήθεσι δηλώσας καὶ παρακαλέσας θαρρεῖν ἐτρέπετο πρὸς τὰς τοῦ πολέμου πράξεις.

ἐγένετο δ αὐτῷ καὶ σημεῖον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος: ἀετὸς γὰρ ὑπερπετώμενος τὸν ναὸν τοῦ θεοῦ καὶ συγκυλισθεὶς ἐπὶ τὴν γῆν τὰς τρεφομένας ἐν τῷ ἱερῷ περιστερὰς ἐθήρευεν, ὧν ἐνίας ἀπ αὐτῶν ἡρ´παζε τῶν βωμῶν. τὸ δὲ σημεῖον ἔφασαν οἱ περὶ ταῦτ ἀσχολούμενοι σημαίνειν τῷ Φιλομήλῳ καὶ τοῖς Φωκεῦσι κρατήσειν τῶν περὶ Δελφοὺς πραγμάτων. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ἐπέλεξε τῶν φίλων τοὺς εὐθετωτάτους εἰς τὰς πρεσβείας καὶ τούτων τοὺς μὲν εἰς τὰς Ἀθήνας, τοὺς δ εἰς Λακεδαίμονα, τοὺς δ εἰς τὰς Θήβας ἐξέπεμψεν:

ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας τὰς ἐπισημοτάτας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀπέστειλεν, ἀπολογούμενος ὅτι κατείληπται τοὺς Δελφοὺς οὐ τοῖς ἱεροῖς χρήμασιν ἐπιβουλεύων, ἀλλὰ τῆς τοῦ ἱεροῦ προστασίας ἀμφισβητῶν: εἶναι γὰρ Φωκέων αὐτὴν ἰδίαν ἐν τοῖς παλαιοῖς χρόνοις ἀποδεδειγμένην. τῶν δὲ χρημάτων τὸν λόγον ἔφη πᾶσι τοῖς Ἕλλησιν ἀποδώσειν καὶ τόν τε σταθμὸν καὶ τὸν ἀριθμὸν τῶν ἀναθημάτων ἕτοιμος εἶναι παραδοῦναι τοῖς βουλομένοις ἐξετάζειν.

ἠξίου δέ, ἄν τις δι ἔχθραν ἢ φθόνον πολεμῇ Φωκεῦσι, μάλιστα μὲν συμμαχεῖν, εἰ δὲ μή γε, τὴν ἡσυχίαν ἄγειν. τῶν δὲ πρέσβεων τὸ προσταχθὲν πραξάντων Ἀθηναῖοι μὲν καὶ Λακεδαιμόνιοι καί τινες ἄλλοι συμμαχίαν πρὸς αὐτὸν συνέθεντο καὶ βοηθήσειν ἐπηγγείλαντο, Βοιωτοὶ δὲ καὶ Λοκροὶ καί τινες ἕτεροι τἀναντία τούτοις ἐψηφίσαντο καὶ τὸν πόλεμον ὑπὲρ τοῦ θεοῦ πρὸς τοὺς Φωκεῖς ἐπανείλαντο.

ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION