- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 19

(디오도로스 시켈로스, Library, book xvi, chapter 19)

Νύψιος δ ὁ τῶν μισθοφόρων στρατηγὸς ἀναλαβεῖν καὶ ἀναμαχέσασθαι βουλόμενος τὴν ἧτταν νυκτὸς ἐκτεταγμένῃ τῇ δυνάμει παραδόξως προσέπεσε τῷ κατεσκευασμένῳ τείχει.? εὑρὼν δὲ τοὺς φύλακας διὰ τὴν καταφρόνησιν καὶ μέθην εἰς ὕπνον τετραμμένους προσέθηκε τὰς παρεσκευασμένας κλίμακας πρὸς τὴν χρείαν. διὰ δὲ τούτων οἱ κράτιστοι τῶν μισθοφόρων ἀνέβησαν ἐπὶ τὸ τεῖχος καὶ τοὺς φύλακας φονεύσαντες ἀνέῳξαν τὰς πύλας.

εἰσπεσόντων δὲ τῶν στρατιωτῶν εἰς τὴν πόλιν οἱ μὲν στρατηγοὶ τῶν Συρακοσίων ἐκ τῆς μέθης ἀνανήφοντες ἐπειρῶντο βοηθεῖν, ἐμποδιζόμενοι δὲ τὰς ὁρμὰς διὰ τὸν οἶνον οἱ μὲν ἀνῃρέθησαν, οἱ δ ἔφυγον. κατειλημμένης δὲ τῆς πόλεως καὶ τῶν ἐκ τῆς ἀκροπόλεως στρατιωτῶν σχεδὸν ἁπάντων εἰσπεσόντων ἐντὸς τοῦ περιτειχίσματος, τῶν δὲ Συρακοσίων διὰ τὸ παράδοξον καὶ τὴν ἀταξίαν ἐκπεπληγμένων πολὺς ἐγίνετο φόνος. τῶν δὲ τοῦ τυράννου στρατιωτῶν πλειόνων ἢ μυρίων ὄντων καὶ συντεταγμένων καλῶς οὐδεὶς τὸ βάρος αὐτῶν ὑπομεῖναι δυνατὸς ἦν, ἅτε τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἔτι δὲ ἀναρχίας τοὺς ἐλαττουμένους ἐμποδιζούσης.

κρατηθείσης δὲ τῆς ἀγορᾶς ὑπὸ τῶν πολεμίων, εὐθὺς ἐπὶ τὰς οἰκίας οἱ νενικηκότες ὡρ´μησαν:

καὶ πολλὰ μὲν χρήματα διεφορεῖτο, οὐκ ὀλίγα δὲ σώματα γυναικῶν καὶ παίδων, ἔτι δ οἰκετῶν ἐξηνδραποδίζετο. κατὰ δὲ τοὺς στενωποὺς καὶ τὰς ἄλλας ὁδοὺς ἀντιταττομένων Συρακοσίων ἐγίνοντο συνεχεῖς συμπλοκαὶ καὶ πολλοὶ μὲν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ τραύμασι περιέπιπτον. τὴν μὲν οὖν νύκτα διετέλεσαν ἀλλήλους ἀναιροῦντες ὡς ἔτυχε διὰ τὸ σκότος καὶ πᾶς τόπος νεκρῶν ἔγεμεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION