- 텍스트

Diodorus Siculus, Library, book xvi, chapter 18

(디오도로스 시켈로스, Library, book xvi, chapter 18)

μετὰ δὲ ταῦτα Διονύσιος μὲν στρατηγὸν ἀπέστειλεν εἰς τὰς Συρακούσσας Νύψιον τὸν Νεαπολίτην, ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ διαφέροντα:? συνεξέπεμψε δ αὐτῷ καὶ φορτηγὰ πλοῖα σίτου καὶ τῆς ἄλλης ἀγορᾶς γέμοντα. οὗτος μὲν οὖν ἐκ Λοκρῶν ἀναχθεὶς ἐτέλει τὸν εἰς Συρακούσσας πλοῦν. οἱ δὲ κατὰ τὴν ἀκρόπολιν μισθοφόροι τοῦ τυράννου, κατὰ τοῦτον τὸν καιρὸν ἐπιλιπόντος τοῦ σίτου, καὶ τῇ σπάνει τῶν ἀναγκαίων δεινῶς πιεζούμενοι μέχρι μέν τινος ὑπέμενον εὐψύχως τὴν ἔνδειαν, τῆς δὲ φύσεως ὑπὸ τῆς ἀνάγκης ἡττωμένης καὶ τῆς σωτηρίας ἀπογινωσκομένης συνδραμόντες εἰς ἐκκλησίαν νυκτὸς ἐψηφίσαντο παραδοῦναι τὴν ἀκρόπολιν καὶ σφᾶς αὐτοὺς τοῖς Συρακοσίοις ἅμ ἡμέρᾳ.

ἤδη δὲ τῆς νυκτὸς ληγούσης οἱ μὲν μισθοφόροι κήρυκας ἐξέπεμπον πρὸς τοὺς Συρακοσίους περὶ τῆς διαλύσεως, ὁ δὲ Νύψιος διαφαινούσης ἤδη τῆς ἡμέρας κατέπλευσε μετὰ τοῦ στόλου καὶ καθωρμίσθη περὶ τὴν Ἀρέθουσαν.

διόπερ τῆς ἐνδείας παραχρῆμα μεταβαλούσης εἰς πολλὴν δαψίλειαν τῶν ἐπιτηδείων ὁ μὲν στρατηγὸς Νύψιος ἐκβιβάσας τοὺς στρατιώτας, κοινὴν ἐκκλησίαν συναγαγὼν καὶ διαλεχθεὶς οἰκείως τοῖς παροῦσι καιροῖς, προθύμους κατεσκεύασε πρὸς τοὺς μέλλοντας κινδύνους. ἡ μὲν οὖν ἀκρόπολις ἤδη παραδιδομένη τοῖς Συρακοσίοις τὸν εἰρημένον τρόπον ἀνελπίστως διεφυλάχθη, οἱ δὲ Συρακόσιοι πληρώσαντες ἁπάσας τὰς τριήρεις ἐπέπλευσαν τοῖς πολεμίοις ἔτι περὶ τὴν ἐξαίρεσιν τῆς ἀγορᾶς διατρίβουσιν. ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης καὶ τῶν κατὰ τὴν ἀκρόπολιν μισθοφόρων τεθορυβημένως ἀντιταχθέντων ταῖς πολεμίαις τριήρεσιν, ἐγένετο ναυμαχία, καθ ἣν οἱ Συρακόσιοι προετέρησαν, καὶ τινὰς μὲν τῶν νεῶν κατέδυσαν, τινῶν δ ἐγκρατεῖς κατέστησαν, τὰς δὲ λοιπὰς πρὸς τὴν γῆν κατεδίωξαν.

μετεωρισθέντες δ ἐπὶ τῷ προτερήματι τοῖς μὲν θεοῖς μεγαλοπρεπῶς ἔθυσαν ἐπινίκια, αὐτοὶ δ εἰς εὐωχίας καὶ πότους ἐκτραπέντες, καταφρονοῦντες τῶν ἡττημένων ῥᾳθύμως εἶχον τὰ περὶ τὰς φυλακάς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION